호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χωρὶσ δὲ τούτων καὶ διαβάλλει τὴν πόλιν τὰ μέγιστ’ ἐν οἷσ ψεύδεται· εἰ γὰρ ὑμεῖσ ἅμα τοὺσ μὲν Ἕλληνασ εἰσ πόλεμον παρεκαλεῖτε, αὐτοὶ δὲ πρὸσ Φίλιππον περὶ εἰρήνησ πρέσβεισ ἐπέμπετε, Εὐρυβάτου πρᾶγμα, οὐ πόλεωσ ἔργον οὐδὲ χρηστῶν ἀνθρώπων διεπράττεσθε. ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθ’ ἂν αὐτοὺσ ἐν τούτῳ τῷ καιρῷ; ἐπὶ τὴν εἰρήνην; ἀλλ’ ὑπῆρχεν ἅπασιν. ἀλλ’ ἐπὶ τὸν πόλεμον; ἀλλ’ αὐτοὶ περὶ εἰρήνησ ἐβουλεύεσθε. οὔκουν οὔτε τῆσ ἐξ ἀρχῆσ εἰρήνησ ἡγεμὼν οὐδ’ αἴτιοσ ὢν ἐγὼ φαίνομαι, οὔτε τῶν ἄλλων ὧν κατεψεύσατό μου οὐδὲν ἀληθὲσ ὂν δείκνυται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기