호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πολλὰ μὲν οὖν ἔγωγ’ ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶν’ Αἰσχίνου, δύο δ’, ὦ ἄνδρεσ Ἀθηναῖοι, καὶ μεγάλα, ἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων ἀγωνίζομαι· οὐ γάρ ἐστιν ἴσον νῦν ἐμοὶ τῆσ παρ’ ὑμῶν εὐνοίασ διαμαρτεῖν καὶ τούτῳ μὴ ἑλεῖν τὴν γραφήν, ἀλλ’ ἐμοὶ μὲν ‐ οὐ βούλομαι δυσχερὲσ εἰπεῖν οὐδὲν ἀρχόμενοσ τοῦ λόγου, οὗτοσ δ’ ἐκ περιουσίασ μου κατηγορεῖ. ἕτερον δ’, ὃ φύσει πᾶσιν ἀνθρώποισ ὑπάρχει, τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέωσ, τοῖσ ἐπαινοῦσι δ’ αὑτοὺσ ἄχθεσθαι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기