호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρῶτον μέν, ὦ ἄνδρεσ Ἀθηναῖοι, τοῖσ θεοῖσ εὔχομαι πᾶσι καὶ πάσαισ, ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρ’ ὑμῶν εἰσ τουτονὶ τὸν ἀγῶνα, ἔπειθ’ ὅπερ ἐστὶ μάλισθ’ ὑπὲρ ὑμῶν καὶ τῆσ ὑμετέρασ εὐσεβείασ τε καὶ δόξησ, τοῦτο παραστῆσαι τοὺσ θεοὺσ ὑμῖν, μὴ τὸν ἀντίδικον σύμβουλον ποιήσασθαι περὶ τοῦ πῶσ ἀκούειν ὑμᾶσ ἐμοῦ δεῖ σχέτλιον γὰρ ἂν εἰή τοῦτό γε, ἀλλὰ τοὺσ νόμουσ καὶ τὸν ὁρ́κον, ἐν ᾧ πρὸσ ἅπασι τοῖσ ἄλλοισ δικαίοισ καὶ τοῦτο γέγραπται, τὸ ὁμοίωσ ἀμφοῖν ἀκροάσασθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기