- 텍스트

Demosthenes, Speeches 11-20, Περὶ τῶν πρὸς Ἀλέξανδρον Συνθηκῶν? 19:

(데모스테네스, Speeches 11-20, Περὶ τῶν πρὸς Ἀλέξανδρον Συνθηκῶν 19:)

τὸ δ ἔτι καταγελαστότερον: ἔστι γὰρ ἐν ταῖς συνθήκαις ἐπιμελεῖσθαι τοὺς συνεδρεύοντας καὶ τοὺς ἐπὶ τῇ κοινῇ φυλακῇ τεταγμένους ὅπως ἐν ταῖς κοινωνούσαις πόλεσι τῆς εἰρήνης μὴ γίγνωνται θάνατοι καὶ φυγαὶ παρὰ τοὺς κειμένους ταῖς πόλεσι νόμους, μηδὲ χρημάτων δημεύσεις, μηδὲ γῆς ἀναδασμοί, μηδὲ χρεῶν ἀποκοπαί, μηδὲ δούλων ἀπελευθερώσεις ἐπὶ νεωτερισμῷ. οἱ δὲ τοσούτου δέουσι τούτων τι κωλύειν ὥστε καὶ συγκατασκευάζουσιν: οὓς πῶς οὐ προσήκει ἀπολωλέναι· οἳ τηλικαύτας συμφορὰς παρασκευάζουσιν ἐν ταῖς πόλεσιν, ἃς διὰ τὸ μέγεθος αὐτοῖς τοσούτοις οὖσι μὴ περιορᾶν ἐπέταξαν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION