호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐδὲ Μαύσωλον ζῶντα, οὐδὲ τελευτήσαντοσ ἐκείνου τὴν Ἀρτεμισίαν οὐδείσ ἐσθ’ ὁ διδάξων μὴ καταλαμβάνειν Κῶν καὶ Ῥόδον καὶ ἄλλασ ἑτέρασ πόλεισ Ἑλληνίδασ, ὧν βασιλεὺσ ὁ ’κείνων δεσπότησ ἐν ταῖσ συνθήκαισ ἀπέστη τοῖσ Ἕλλησι, καὶ περὶ ὧν πολλοὺσ κινδύνουσ καὶ καλοὺσ ἀγῶνασ οἱ κατ’ ἐκείνουσ τοὺσ χρόνουσ Ἕλληνεσ ἐποιήσαντο. εἰ δ’ ἄρα καὶ λέγει τισ ἀμφοτέροισ αὐτοῖσ, ἀλλ’ οἵ γε πεισόμενοι τούτοισ, ὡσ ἐοίκεν, οὐκ εἰσίν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기