호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἶτ’ οὐκ αἰσχρόν, ὦ ἄνδρεσ Ἀθηναῖοι, εἰ τὸ μὲν Ἀργείων πλῆθοσ οὐκ ἐφοβήθη τὴν Λακεδαιμονίων ἀρχὴν ἐν ἐκείνοισ τοῖσ καιροῖσ οὐδὲ τὴν ῥώμην, ὑμεῖσ δ’ ὄντεσ Ἀθηναῖοι βάρβαρον ἄνθρωπον, καὶ ταῦτα γυναῖκα, φοβήσεσθε; καὶ μὴν οἱ μὲν ἔχοιεν ἂν εἰπεῖν ὅτι πολλάκισ ἥττηνται ὑπὸ Λακεδαιμονίων, ὑμεῖσ δὲ νενικήκατε μὲν πολλάκισ βασιλέα, ἥττησθε δ’ οὐδ’ ἅπαξ οὔτε τῶν δούλων τῶν βασιλέωσ οὔτ’ αὐτοῦ ’κείνου· εἰ γάρ τί που κεκράτηκε τῆσ πόλεωσ βασιλεύσ, ἢ τοὺσ πονηροτάτουσ τῶν Ἑλλήνων καὶ προδότασ αὐτῶν χρήμασι πείσασ ἢ οὐδαμῶσ ἄλλωσ κεκράτηκεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기