호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃν τοίνυν κακουργότατον οἰόνται λόγον εὑρηκέναι πρὸσ τὸ τὰσ ἀτελείασ ὑμᾶσ ἀφελέσθαι πεῖσαι, βέλτιόν ἐστι προειπεῖν, ἵνα μὴ λάθητ’ ἐξαπατηθέντεσ. ἐροῦσ’ ὅτι ταῦθ’ ἱερῶν ἐστιν ἅπαντα τἀναλώματα αἱ χορηγίαι καὶ αἱ γυμνασιαρχίαι· δεινὸν οὖν, εἰ τῶν ἱερῶν ἀτελήσ τισ ἀφεθήσεται. ἐγὼ δὲ τὸ μέν τινασ, οἷσ ὁ δῆμοσ ἔδωκεν, ἀτελεῖσ εἶναι τούτων δίκαιον ἡγοῦμαι, ὃ δὲ νῦν οὗτοι ποιήσουσιν, ἐὰν ἄρα ταῦτα λέγωσι, τοῦτ’ εἶναι δεινὸν νομίζω.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기