- 텍스트

Aristophanes, Lysistrata, Prologue 6:

(아리스토파네스, Lysistrata, Prologue 6:)

ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς.? παπαῖ ὑπολύεταί μου τὰ γόνατ ὦ Λυσιστράτη. οἴκοι δ ἀταυρώτη διάξω τὸν βίον - οἴκοι δ ἀταυρώτη διάξω τὸν βίον - κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη, - κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη, - ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου: ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου: κοὐδέποθ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι. κοὐδέποθ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι. ἐὰν δέ μ ἄκουσαν βιάζηται βίᾳ, - ἐὰν δέ μ ἄκουσαν βιάζηται βίᾳ, - κακῶς παρέξω κοὐχὶ προσκινήσομαι. κακῶς παρέξω κοὐχὶ προσκινήσομαι. οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά. οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά. οὐ στήσομαι λέαιν ἐπὶ τυροκνήστιδος. οὐ στήσομαι λέαιν ἐπὶ τυροκνήστιδος. ταῦτ ἐμπεδοῦσα μὲν πίοιμ ἐντευθενί: ταῦτ ἐμπεδοῦσα μὲν πίοιμ ἐντευθενί: εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ ἡ κύλιξ. εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ ἡ κύλιξ. συνεπόμνυθ ὑμεῖς ταῦτα πᾶσαι· νὴ Δία. φέρ ἐγὼ καθαγίσω τήνδε. τὸ μέρος γ ὦ φίλη, ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι. τίς ὡλολυγά· τοῦτ ἐκεῖν οὑγὼ λεγον: αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ ἤδη κατειλήφασιν. ἀλλ ὦ Λαμπιτοῖ σὺ μὲν βάδιζε καὶ τὰ παρ ὑμῶν εὖ τίθει, τασδὶ δ ὁμήρους κατάλιφ ἡμῖν ἐνθάδε: ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς. οὔκουν ἐφ ἡμᾶς ξυμβοηθήσειν οἰεί τοὺς ἄνδρας εὐθύς· ὀλίγον αὐτῶν μοι μέλει. οὐ γὰρ τοσαύτας οὔτ ἀπειλὰς οὔτε πῦρ ἥξους ἔχοντες ὥστ ἀνοῖξαι τὰς πύλας ταύτας, ἐὰν μὴ φ οἷσιν ἡμεῖς εἴπομεν. μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γ: ἄλλως γὰρ ἂν ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθ ἄν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION