호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεῖ γὰρ κρεῖττον εἶναι τὸ βουλόμενον μέροσ τῆσ πόλεωσ τοῦ μὴ βουλομένου μένειν τὴν πολιτείαν. ἔστι δὲ πᾶσα πόλισ ἔκ τε τοῦ ποιοῦ καὶ ποσοῦ. λέγω δὲ ποιὸν μὲν ἐλευθερίαν πλοῦτον παιδείαν εὐγένειαν, ποσὸν δὲ τὴν τοῦ πλήθουσ ὑπεροχήν. ἐνδέχεται δὲ τὸ μὲν ποιὸν ὑπάρχειν ἑτέρῳ μέρει τῆσ πόλεωσ, ἐξ ὧν συνέστηκε μερῶν ἡ πόλισ, ἄλλῳ δὲ μέρει τὸ ποσόν, οἱο͂ν πλείουσ τὸν ἀριθμὸν εἶναι τῶν γενναίων τοὺσ ἀγεννεῖσ ἢ τῶν πλουσίων τοὺσ ἀπόρουσ, μὴ μέντοι τοσοῦτον ὑπερέχειν τῷ ποσῷ ὅσον λείπεται τῷ ποιῷ. διὸ ταῦτα πρὸσ ἄλληλα συγκριτέον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기