호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ δεῖ δὲ τιθέναι δημοκρατίαν, καθάπερ εἰώθασί τινεσ νῦν, ἁπλῶσ οὕτωσ, ὅπου κύριον τὸ πλῆθοσ καὶ γὰρ ἐν ταῖσ ὀλιγαρχίαισ καὶ πανταχοῦ τὸ πλέον μέροσ κύριον, οὐδ’ ὀλιγαρχίαν, ὅπου κύριοι ὀλίγοι τῆσ πολιτείασ. εἰ γὰρ εἰήσαν οἱ πάντεσ χίλιοι καὶ τριακόσιοι, καὶ τούτων οἱ χίλιοι πλούσιοι, καὶ μὴ μεταδιδοῖεν ἀρχῆσ τοῖσ τριακοσίοισ καὶ πένησιν ἐλευθέροισ οὖσι καὶ τἆλλα ὁμοίοισ, οὐθεὶσ ἂν φαίη δημοκρατεῖσθαι τούτουσ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기