호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀντίκειται δὲ τὸ ἓν καὶ τὰ πολλὰ κατὰ πλείουσ τρόπουσ, ὧν ἕνα τὸ ἓν καὶ τὸ πλῆθοσ ὡσ ἀδιαίρετον καὶ διαιρετόν· τὸ μὲν γὰρ ἢ διῃρημένον ἢ διαιρετὸν πλῆθόσ τι λέγεται, τὸ δὲ ἀδιαίρετον ἢ μὴ διῃρημένον ἕν. ἐπεὶ οὖν αἱ ἀντιθέσεισ τετραχῶσ, καὶ τούτων κατὰ στέρησιν λέγεται θάτερον, ἐναντία ἂν εἰή καὶ οὔτε ὡσ ἀντίφασισ οὔτε ὡσ τὰ πρόσ τι λεγόμενα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기