호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔφη γὰρ αὐτοὺσ μίαν ἔχειν διατριβὴν καὶ παρὰ τὰσ συνουσίασ καὶ παρὰ τὰσ ἐν τοῖσ περιπάτοισ ὁμιλίασ διοικεῖν αὐτοὺσ ἐν Ῥώμῃ καθημένουσ τὸν ἐν Μακεδονίᾳ πόλεμον, ποτὲ μὲν ἐπιτιμῶντασ τοῖσ ὑπὸ τῶν στρατηγῶν πραττομένοισ, ποτὲ δὲ τὰ παραλειπόμενα διεξιόντασ· ἐξ ὧν ὄνησιν μὲν οὐδέποτε γίνεσθαι τοῖσ κοινοῖσ πράγμασι, βλάβην δὲ πολλάκισ καὶ ἐπὶ πολλῶν γεγονέναι·
καὶ ποτὲ δὲ τοὺσ ἄρχοντασ μεγάλα βλάπτεσθαι διὰ τὰσ ἀκαίρουσ εὑρησιλογίασ· πάσησ γὰρ διαβολῆσ ἐχούσησ ὀξύ τι καὶ κινητικόν, ὅταν προκαταληφθῇ τὸ πλῆθοσ ἐκ τῆσ συνεχοῦσ λαλιᾶσ, εὐκαταφρονήτουσ γίνεσθαι τοῖσ ἐχθροῖσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기