호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸ δ’ ἐπὶ τέλοσ ἀγαγεῖν τὸ προτεθὲν καί που καὶ τῆσ τύχησ ἀντιπιπτούσησ συνεκπληρῶσαι τῷ λογισμῷ τὸ τῆσ προθυμίασ ἐλλιπὲσ ἐπ’ ὀλίγων γίνεσθαι. διὸ καὶ τότε δικαίωσ ἄν τισ τὴν μὲν Ἀττάλου καὶ Ῥοδίων ὀλιγοπονίαν καταμέμψαιτο, τὸ δὲ Φιλίππου βασιλικὸν καὶ μεγαλόψυχον καὶ τὸ τῆσ προθέσεωσ ἐπίμονον ἀποδέξαιτο, οὐχ ὡσ καθόλου τὸν τρόπον ἐπαινῶν, ἀλλ’ ὡσ τὴν πρὸσ τὸ παρὸν ὁρμὴν ἐπισημαινόμενοσ.
ἵνα μή τισ ἡμᾶσ ὑπολάβῃ μαχόμενα λέγειν ἑαυτοῖσ, ἄρτι μὲν ἐπαινοῦντασ Ἄτταλον καὶ Ῥοδίουσ, Φίλιππον δὲ καταμεμφομένουσ, νῦν δὲ τοὐναντίον.
ἐπειδὴ πολλάκισ μὲν αἱ πρὸσ τὸ χεῖρον τῶν πραγμάτων ῥοπαὶ καὶ περιστάσεισ ἀλλοιοῦσι τὰσ προαιρέσεισ τῶν ἀνθρώπων, πολλάκισ δ’ αἱ πρὸσ τὸ βέλτιον, ἔστι δ’ ὅτε κατὰ τὴν ἰδίαν φύσιν ἄνθρωποι ποτὲ μὲν ἐπὶ τὸ δέον ὁρμῶσι, ποτὲ δ’ ἐπὶ τοὐναντίον.
ὧν ἕν τί μοι δοκεῖ καὶ τότε γεγονέναι περὶ τὸν Φίλιππον·
ἀσχάλλων γὰρ ἐπὶ τοῖσ γεγονόσιν ἐλαττώμασι, καὶ τὸ πλεῖον ὀργῇ καὶ θυμῷ χρώμενοσ, παραστατικῶσ καὶ δαιμονίωσ ἐνήρμοσεν εἰσ τοὺσ ἐνεστῶτασ καιρούσ, καὶ τούτῳ τῷ τρόπῳ κατανέστη τῶν Ῥοδίων καὶ τοῦ βασιλέωσ Ἀττάλου, καὶ καθίκετο τῶν ἑξῆσ πράξεων.
ταῦτα μὲν οὖν προήχθην εἰπεῖν διὰ τὸ τινὰσ μὲν πρὸσ τῷ τέρματι, καθάπερ οἱ κακοὶ τῶν σταδιέων, ἐγκαταλιπεῖν τὰσ ἑαυτῶν προθέσεισ, τινὰσ δ’ ἐν τούτῳ μάλιστα νικᾶν τοὺσ ἀντιπάλουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기