호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ μὲν οὖν ἄλλα καιρὸν οἰκεῖον ἔχει λεχθῆναι· κρύψαντεσ δὲ τῇ γῇ τὰ λείψανα τοῦ Ὄθωνοσ οὔτε μεγέθει σήματοσ οὔτ’ ἐπιγραφῆσ ὄγκῳ τὸν τάφον ἐποίησαν ἐπίφθονον. εἶδον δὲ ἐν Βριξίλλῳ γενόμενοσ καὶ μνῆμα μέτριον καὶ τὴν ἐπιγραφὴν οὕτωσ ἔχουσαν, εἰ μεταφρασθείη· "δηλώσει Μάρκου Ὄθωνοσ. ἀπέθανε δὲ Ὄθων ἔτη μὲν ἑπτὰ καὶ τριάκοντα βιώσασ, ἄρξασ δὲ τρεῖσ μῆνασ, ἀπολιπὼν δὲ μὴ χείρονασ μηδ’ ἐλάττουσ τῶν τὸν βίον αὐτοῦ ψεγόντων τούσ ἐπαινοῦντασ τὸν θάνατον, βιώσασ γὰρ οὐδὲν ἐπιεικέστερον Νέρωνοσ ἀπέθανεν εὐγενέστερον.
οἱ δὲ στρατιῶται Πολλίωνοσ τοῦ ἑτέρου τῶν ἐπάρχων ὀμνύειν εὐθὺσ εἰσ τὸν Οὐϊτέλλιον κελεύσαντοσ ἐδυσχέραινον·
ὁ δὲ τὴν ἡγεμονίαν ἡττωμένων παραλαβεῖν, νενικηκότων πρότερον μὴ θελήσασ, μανικὸν ἡγεῖτο πρεσβεύειν δὲ πρὸσ τούσ Γερμανοὺσ δεδιώσ, πολλὰ βεβιάσθαι παρὰ γνώμην ὑπ’ αὐτοῦ δοκοῦντασ, ἔλαθε δι’ ἑτέρων θυρῶν ἐκποδὼν ποιήσασ ἑαυτόν.
ὡσ δὲ τοῦτο ἔγνωσαν οἱ στρατιῶται, τούσ τε ὁρ́κουσ ἐδέξαντο καὶ τοῖσ περὶ τὸν Κεκίναν προσέθεντο συγγνώμησ τυχόντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기