- 텍스트

Plato, Euthydemus, Protagoras, Gorgias, Meno, Πρωταγόρας? 415:

(플라톤, Euthydemus, Protagoras, Gorgias, Meno, Πρωταγόρας 415:)

οὐκοῦν ἡ τῶν δεινῶν καὶ μὴ δεινῶν σοφία ἐναντία τῇ τούτων ἀμαθίᾳ ἐστίν· καὶ ἐνταῦθα ἔτι ἐπένευσεν. ἡ δὲ τούτων ἀμαθία δειλία· πάνυ μόγις ἐνταῦθα ἐπένευσεν. ἡ σοφία ἄρα τῶν δεινῶν καὶ μὴ δεινῶν ἀνδρεία ἐστίν, ἐναντία οὖσα τῇ τούτων ἀμαθίᾳ· οὐκέτι ἐνταῦθα οὔτ ἐπινεῦσαι ἠθέλησεν ἐσίγα τε. καὶ ἐγὼ εἶπον: τί δή, ὦ Πρωταγόρα, οὔτε σὺ φῂς ἃ ἐρωτῶ οὔτε ἀπόφῃς· αὐτός, ἔφη, πέρανον. ἕν γ, ἔφην ἐγώ, μόνον ἐρόμενος ἔτι σέ, εἴ σοι ὥσπερ τὸ πρῶτον ἔτι δοκοῦσιν εἶναί τινες ἄνθρωποι ἀμαθέστατοι μέν, ἀνδρειότατοι δέ. φιλονικεῖν μοι, ἔφη, δοκεῖς, ὦ Σώκρατες, τὸ ἐμὲ εἶναι τὸν ἀποκρινόμενον:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION