호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Χρὴ δὲ περὶ πλείστου μὲν ποιέεσθαι ἐν πάσῃ τῇ τέχνῃ, ὅκως ὑγιὲς μὲν ποιήσεις τὸ νοσέον‧ εἰ δὲ πολλοῖσι τρόποισιν οἱό῀ν τε εἰή ὑγιέας ποιέειν, τὸν ἀοχλότατον χρὴ αἱρέεσθαι‧ καὶ γὰρ ἀνδραγαθικώτερον τοῦτο καὶ τεχνικώτερον, ὅστις μὴ ἐπιθυμέει δημοειδέος κιβδηλίης. Περὶ οὗ οὖν ὁ λόγος ἐστὶ, τοιαίδε ἄν τινες κατοικίδιοι κατατάσιες εἰε῀ν τοῦ σώματος, ὥστε ἐκ τῶν παρεόντων τὸ εὔπορον εὑρίσκειν‧ τοῦτο μὲν, εἰ τὰ δεσμὰ τὰ ἱμάντινα μὴ παρείη τὰ μαλθακὰ καὶ προσηνέα, ἀλλ ἢ σιδήρεα, ἢ ὅπλα, ἢ σχοινία, ταινίῃσι χρὴ ἢ ἐκρήγμασι τρυχίων ἐρινεῶν περιελίσσειν ταύτῃ μάλιστα, ᾗ μέλλει τὰ δεσμὰ καθέξειν, καὶ ἔτι ἐπὶ πλέον‧ ἔπειτα οὕτω δεῖν τοῖσι δεσμοῖσιν‧ τοῦτο δὲ, ἐπὶ κλίνης χρὴ, ἥτις ἰσχυροτάτη καὶ μεγίστη τῶν παρεουσέων, κατατ ετάσθαι καλῶς τὸν ἄνθρωπον‧ τῆς δὲ κλίνης τοὺς πόδας, ἢ τοὺς πρὸς κεφαλῆς, ἢ τοὺς πρὸς ποδῶν, ἐρηρεῖσθαι πρὸς τὸν οὐδὸν, εἴ τε ἔξωθεν ξυμφέρει, εἴτε ἔσωθεν‧ παρὰ δὲ τοὺς ἑτέρους πόδας παρεμβεβλῆσθαι ξύλον τετράγωνον, πλάγιον, διῆκον ἀπὸ τοῦ ποδὸς πρὸς τὸν πόδα, καὶ, ἢν μὲν λεπτὸν ἐῄ τὸ ξύλον, προσδεδέσθω πρὸς τοὺς πόδας τῆς κλίνης, ἢν δὲ παχὺ ἐῄ, μηδέν‧ ἔπειτα τὰς ἀρχὰς χρὴ τῶν δεσμῶν, καὶ τῶν πρὸς τῆς κεφαλῆς, καὶ τῶν πρὸς τῶν ποδῶν, προσδῆσαι ἑκατέρας πρὸς ὕπερον, ἢ πρὸς ἄλλο τι τοιοῦτον ξύλον‧ ὁ δὲ δεσμὸς ἐχέτω ἰθυωρίην κατὰ τὸ σῶμα, ἢ καὶ ὀλίγον ἀνωτέρω, ξυμμέτρως δὲ ἐκτετάσθω πρὸς τὰ ὕπερα, ὡς, ὀρθὰ ἑστεῶτα, τὸ μὲν παρὰ τὸν οὐδὸν ἐρείδηται, τὸ δὲ παρὰ τὸ ξύλον τὸ παραβεβλημένον‧ κἄπειτα οὕτω τὰ ὕπερα ἀνακλῶντα χρὴ τὴν κατάτασιν ποιέειν. Ἀρκέει δὲ καὶ κλίμαξ ἰσχυροὺς ἔχουσα τοὺς κλιμακτῆρας, ὑποτεταμένη ὑπὸ τὴν κλίνην, ἀντὶ τοῦ οὐδοῦ τε καὶ τοῦ ξύλου τοῦ παρατεταμένου, ὡς τὰ ὕπερα, πρὸς τῶν κλιμακτήρων τοὺς ἁρμόζοντας ἔνθεν καὶ ἔνθεν προσερηρεισμένα, ἀνακλώμενα, οὕτω τὴν κατάτασιν ποιέηται τῶν δεσμῶν. Ἐμβάλλεται δὲ μηροῦ ἄρθρον καὶ τόνδε τὸν τρόπον, ἢν ἐς τὸ ἔσω ὠλισθήκῃ καὶ ἐς τὸ ἔμπροσθεν‧ κλίμακα χρὴ κατορύξαντα, ἐπικαθίσαι τὸν ἄνθρωπον, ἔπειτα τὸ μὲν ὑγιὲς σκέλος ἡσύχως κατατείναντα προσδῆσαι, ὅκου ἂν ἁρμόσῃ, ἐκ δὲ τοῦ σιναροῦ ἐς κεράμιον ὕδωρ ἐγχέαντα ἐκκρεμάσαι ἢ ἐς σφυρίδα λίθους ἐμβαλόντα. Ἕτερος τρόπος ἐμβολῆς‧ ἢν ἐς τὸ ἔσω ὠλισθήκῃ, στρωτῆρα χρὴ διαδῆσαι μεταξὺ δύο στύλων, ὕψος ἔχοντα σύμμετρον‧ προεχέτω δὲ τοῦ στρωτῆρος κατὰ τὸ ἓν μέρος δκόσον τὸ πυγαῖον‧ περιδήσας δὲ περὶ τὸ στῆθος τοῦ ἀνθρώπου ἱμάτιον, ἐπικαθίσαι τὸν ἄνθρωπον ἐπὶ τὸ προέχον τοῦ στρωτῆρος‧ εἶτα προσλαβεῖν τὸ στῆθος πρὸς τὸν στύλον πλατέϊ τινί‧ ἔπειτα τὸ μὲν ὑγιὲς σκέλος κατεχέτω τις, ὡς μὴ περισφάλληται‧ ἐκ δὲ τοῦ σιναροῦ ἐκκρεμάσαι βάρος, ὅσον ἂν ἁρμόζῃ, ὡς καὶ πρόσθεν ἤδη εἴρηται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기