호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄλλος δ ἀναστὰς ἔλεγε τῷδ ἐναντία, μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δ ἀνήρ, ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον, αὐτουργός - οἵπερ καὶ μόνοι σῴζουσι γῆν - ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων, ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον:? ὃς εἶπ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί, κακὴν γυναῖκα κἄθεον κατακτανών, ἣ κεῖν ἀφῄρει, μήθ ὁπλίζεσθαι χέρα μήτε στρατεύειν ἐκλιπόντα δώματα, εἰ τἄνδον οἰκουρήμαθ οἱ λελειμμένοι φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι. καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기