호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα τοίνυν, ὦ ἄνδρεσ δικασταί, προκαλεσαμένων ἡμῶν Διονυσόδωρον τουτονὶ πολλάκισ, καὶ ἐπὶ πολλὰσ ἡμέρασ ἐκτιθέντων τὴν πρόκλησιν, εὐήθεισ ἔφη παντελῶσ ἡμᾶσ εἶναι, εἰ ὑπολαμβάνομεν αὐτὸν οὕτωσ ἀλογίστωσ ἔχειν ὥστ’ ἐπὶ διαιτητὴν βαδίζειν, προδήλου ὄντοσ ὅτι καταγνώσεται αὐτοῦ ἀποτεῖσαι τὰ χρήματα, ἐξὸν αὐτῷ ἐπὶ τὸ δικαστήριον ἥκειν φέροντα τὸ ἀργύριον, εἶτ’ ἐὰν μὲν δύνηται ὑμᾶσ παρακρούσασθαι, ἀπιέναι τἀλλότρια ἔχοντα, εἰ δὲ μή, τηνικαῦτα καταθεῖναι τὰ χρήματα, ὡσ <ἂν> ἄνθρωποσ οὐ τῷ δικαίῳ πιστεύων, ἀλλὰ διάπειραν ὑμῶν λαμβάνειν βουλόμενοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기