호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καίτοι φιλίαν γε καὶ ξενίαν αὐτὴν ὀνομάζει, καὶ νῦν εἶπέ που λέγων ὁ τὴν Ἀλεξάνδρου ξενίαν ὀνειδίζων ἐμοί ἐγώ σοι ξενίαν Ἀλεξάνδρου· πόθεν λαβόντι ἢ πῶς ἀξιωθέντι· οὔτε Φιλίππου ξένον οὔτ Ἀλεξάνδρου φίλον εἴποιμ ἂν ἐγώ σε, οὐχ οὕτω μαίνομαι, εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς ἄλλο τι μισθοῦ πράττοντας φίλους καὶ ξένους δεῖ καλεῖν τῶν μισθωσαμένων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기