호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δὲ Μίνω καλούμενον Ταῦρον οὐκ οἶδα ἀνθ’ ὅτου πεποίηκε Βαθυκλῆσ δεδεμένον τε καὶ ἀγόμενον ὑπὸ Θησέωσ ζῶντα· καὶ Φαιάκων χορόσ ἐστιν ἐπὶ τῷ θρόνῳ καὶ ᾄδων ὁ Δημόδοκοσ· Περσέωσ τε τὸ ἔργον πεποίηται τὸ ἐσ Μέδουσαν. παρέντι δὲ Ἡρακλέουσ μάχην πρὸσ Θούριον τῶν γιγάντων καὶ Τυνδάρεω πρὸσ Εὔρυτον, ἔστιν ἁρπαγὴ τῶν Λευκίππου θυγατέρων· Διόνυσον δὲ καὶ Ἡρακλέα, τὸν μὲν παῖδα ἔτι ὄντα ἐσ οὐρανόν ἐστιν Ἑρμῆσ φέρων, Ἀθηνᾶ δὲ ἄγουσα Ἡρακλέα συνοικήσοντα ἀπὸ τούτου θεοῖσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기