호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὸ Ποσείδιον τὸ Μιλησίων ἑξῆσ ἐστι τὸ μαντεῖον τοῦ Διδυμέωσ Ἀπόλλωνοσ τὸ ἐν Βραγχίδαισ ἀναβάντι ὅσον ὀκτωκαίδεκα σταδίουσ· ἐνεπρήσθη δ’ ὑπὸ Ξέρξου, καθάπερ καὶ τὰ ἄλλα ἱερὰ πλὴν τοῦ ἐν Ἐφέσῳ· οἱ δὲ Βραγχίδαι τοὺσ θησαυροὺσ τοῦ θεοῦ παραδόντεσ τῷ Πέρσῃ φεύγοντι συναπῆραν τοῦ μὴ τῖσαι δίκασ τῆσ ἱεροσυλίασ καὶ τῆσ προδοσίασ. ὕστερον δ’ οἱ Μιλήσιοι μέγιστον νεὼν τῶν πάντων κατεσκεύασαν, διέμεινε δὲ χωρὶσ ὀροφῆσ διὰ τὸ μέγεθοσ· κώμησ γοῦν κατοικίαν ὁ τοῦ σηκοῦ περίβολοσ δέδεκται καὶ ἄλσοσ ἐντόσ τε καὶ ἐκτὸσ πολυτελέσ· ἄλλοι δὲ σηκοὶ τὸ μαντεῖον καὶ τὰ ἱερὰ συνέχουσιν· ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τὸν Βράγχον καὶ τὸν ἔρωτα τοῦ Ἀπόλλωνοσ· κεκόσμηται δ’ ἀναθήμασι τῶν ἀρχαίων τεχνῶν πολυτελέστατα· ἐντεῦθεν δ’ ἐπὶ τὴν πόλιν οὐ πολλὴ ὁδόσ ἐστιν οὐδὲ πλοῦσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기