호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὸν Ἑλλήσποντον ἔρημον καταλαβὼν ἐπεχείρει Λαμψακηνοῖσ αὐτὸσ ἐκ θαλάττησ ταῖσ ναυσί, Θώραξ δὲ τῷ πεζῷ στρατῷ συνανύσασ εἰσ τὸ αὐτὸ προσέβαλε τοῖσ τείχεσιν. ἑλὼν δὲ τὴν πόλιν κατὰ κράτοσ διαρπάσαι τοῖσ στρατιώταισ ἔδωκεν. ὁ δὲ τῶν Ἀθηναίων στόλοσ ὀγδοήκοντα καὶ ἑκατὸν τριήρων ἐτύγχανε μὲν ἄρτι καθωρμισμένοσ εἰσ Ἐλαιοῦντα τῆσ Χερρονήσου, πυνθανόμενοι δὲ ἀπολωλέναι τὴν Λάμψακον εὐθὺσ εἰσ Σηστὸν καταίρουσι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기