호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὸ καὶ τάδε αὐτὸσ οἶδα περὶ τὸ Ἀσκληπιεῖον τὸ ἐν Περγάμῳ γινόμενα· ἄρχονται μὲν ἀπὸ Τηλέφου τῶν ὕμνων, προσᾴδουσι δὲ οὐδὲν ἐσ τὸν Εὐρύπυλον, οὐδὲ ἀρχὴν ἐν τῷ ναῷ θέλουσιν ὀνομάζειν αὐτόν, οἱᾶ ἐπιστάμενοι φονέα ὄντα Μαχάονοσ. ἀνασώσασθαι δὲ Νέστορα λέγεται τοῦ Μαχάονοσ τὰ ὀστᾶ· Ποδαλείριον δέ, ὡσ ὀπίσω πορθήσαντεσ Ἴλιον ἐκομίζοντο, ἁμαρτεῖν τοῦ πλοῦ καὶ ἐσ Σύρνον τῆσ Καρικῆσ ἠπείρου φασὶν ἀποσωθέντα οἰκῆσαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기