호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀρχελάῳ δὲ νέων ἦρξε θορύβων ἡ τῆσ ἐπὶ Ῥώμην ἀποδημίασ ἀνάγκη. πενθήσασ γὰρ ἡμέρασ ἑπτὰ τὸν πατέρα καὶ τὴν ἐπιτάφιον ἑστίασιν πολυτελῆ τῷ πλήθει παρασχών· ἔθοσ δὲ τοῦτο παρὰ Ιοὐδαίοισ πολλοῖσ πενίασ αἴτιον διὰ τὸ πλῆθοσ ἑστιᾶν οὐκ ἄνευ ἀνάγκησ· εἰ γὰρ παραλείποι τισ, οὐχ ὅσιοσ· μεταλαμβάνει μὲν ἐσθῆτα λευκήν, πρόεισι δὲ εἰσ τὸ ἱερόν, ἔνθα ποικίλαισ αὐτὸν εὐφημίαισ ὁ λαὸσ ἐκδέχεται.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기