호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ Θηβαίων οὐκ ἀνιέντων, ἀλλὰ προσκειμένων αὐτοῖσ, ἐτράποντο πάντεσ ἀνὰ τοὺσ λόφουσ φεύγειν, καὶ χίλιοι πίπτουσιν αὐτῶν. ἀπέθανον δὲ καὶ Θηβαίων τριακόσιοι πρὸσ τὰ τραχέα καὶ καρτερὰ τοῖσ πολεμίοισ συνεκπεσόντεσ. οὗτοι δὲ ἦσαν ἐν αἰτίᾳ τοῦ λακωνίζειν, ἣν σπουδάζοντεσ ἀπολύσασθαι τοῖσ πολίταισ καὶ σφῶν αὐτῶν ἀφειδοῦντεσ ἐν τῇ διώξει παραναλώθησαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기