호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δ’ αὕτωσ καὶ οἱ ὠνούμενοι παρ’ αὐτῶν, ἐὰν μή τισ τύχῃ περὶ τὴν ψυχὴν αὖ ἰατρικὸσ ὤν. εἰ μὲν οὖν σὺ τυγχάνεισ ἐπιστήμων τούτων τί χρηστὸν καὶ πονηρόν, ἀσφαλέσ σοι ὠνεῖσθαι μαθήματα καὶ παρὰ Πρωταγόρου καὶ παρ’ ἄλλου ὁτουοῦν· εἰ δὲ μή, ὁρ́α, ὦ μακάριε, μὴ περὶ τοῖσ φιλτάτοισ κυβεύῃσ τε καὶ κινδυνεύῃσ. καὶ γὰρ δὴ καὶ πολὺ μείζων κίνδυνοσ ἐν τῇ τῶν μαθημάτων ὠνῇ ἢ ἐν τῇ τῶν σιτίων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기