호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἐγώ, Καῖσαρ, ὑπὸ Ἀντωνίου βασιλεὺσ γενόμενοσ ἐν πᾶσιν ὁμολογῶ γεγονέναι χρήσιμοσ Ἀντωνίῳ. καὶ οὐδὲ τοῦτ’ ἂν ὑποστειλαίμην εἰπεῖν, ὅτι πάντωσ ἄν με μετὰ τῶν ὅπλων ἐπείρασασ εὐχάριστον, εἰ μὴ διεκώλυσαν Ἄραβεσ. καὶ συμμαχίαν μέντοι γε αὐτῷ κατὰ τὸ δυνατὸν καὶ σίτου πολλὰσ ἔπεμψα μυριάδασ, ἀλλ’ οὐδὲ μετὰ τὴν ἐν Ἀκτίῳ πληγὴν κατέλιπον τὸν εὐεργέτην, ἐγενόμην δὲ σύμβουλοσ ἄριστοσ, ὡσ οὐκέτι χρήσιμοσ ἤμην σύμμαχοσ, μίαν εἶναι λέγων τῶν πταισθέντων διόρθωσιν τὸν Κλεοπάτρασ θάνατον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기