호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅστισ δὲ μὴ ἰατρὸσ ἂν γένοιτο κακῶσ πράξασ, δῆλον ὅτι οὐδὲ κακὸσ ἰατρόσ. οὕτω καὶ ὁ μὲν ἀγαθὸσ ἀνὴρ γένοιτ’ ἄν ποτε καὶ κακὸσ ἢ ὑπὸ χρόνου ἢ ὑπὸ πόνου ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἄλλου τινὸσ περιπτώματοσ ‐ αὕτη γὰρ μόνη ἐστὶ κακὴ πρᾶξισ, ἐπιστήμησ στερηθῆναι ‐ ὁ δὲ κακὸσ ἀνὴρ οὐκ ἄν ποτε γένοιτο κακόσ ‐ ἔστιν γὰρ ἀεί ‐ ἀλλ’ εἰ μέλλει κακὸσ γενέσθαι, δεῖ αὐτὸν πρότερον ἀγαθὸν γενέσθαι. ὥστε καὶ τοῦτο τοῦ ᾄσματοσ πρὸσ τοῦτο τείνει, ὅτι εἶναι μὲν ἄνδρα ἀγαθὸν οὐχ οἱο͂́ν τε, διατελοῦντα ἀγαθόν, γενέσθαι δὲ ἀγαθὸν οἱο͂́ν τε, καὶ κακόν γε τὸν αὐτὸν τοῦτον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기