호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Αἰ̈δωνέωσ δὲ τοῦ Μολοσσοῦ ξενίζοντοσ Ἡρακλέα καὶ τῶν περὶ τὸν Θησέα καὶ Πειρίθουν κατὰ τύχην μνησθέντοσ, ἅ τε πράξοντεσ ἦλθον καὶ ἃ φωραθέντεσ ἔπαθον, βαρέασ ἤνεγκεν ὁ Ἡρακλῆσ, τοῦ μὲν ἀπολωλότοσ ἀδόξωσ, τοῦ δὲ ἀπολλυμένου. καὶ περὶ Πειρίθου μὲν οὐδὲν ᾤετο ποιήσειν πλέον ἐγκαλῶν, τὸν δὲ Θησέα παρῃτεῖτο καὶ χάριν ἠξίου ταύτην αὐτῷ δοθῆναι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기