Strabo, Geography, Book 14, chapter 1 28:

(스트라본, 지리학, Book 14, chapter 1 28:)

Συλοσῶν δ’ ἀπελείφθη μὲν ἰδιώτησ ὑπὸ τοῦ ἀδελφοῦ, Δαρείῳ δὲ τῷ Ὑστάσπεω χαρισάμενοσ ἐσθῆτα, ἧσ ἐπεθύμησεν ἐκεῖνοσ φοροῦντα ἰδών, οὔπω δ’ ἐβασίλευε τότε, βασιλεύσαντοσ ἀντέλαβε δῶρον τὴν τυραννίδα. πικρῶσ δ’ ἦρξεν, ὥστε καὶ ἐλειπάνδρησεν ἡ πόλισ· κἀκεῖθεν ἐκπεσεῖν συνέβη τὴν παροιμίαν ἕκητι Συλοσῶντοσ εὐρυχωρίη.

SEARCH

MENU NAVIGATION