호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γενομένων δὲ ἑτοίμων ἐξέπλευσε τόν τε Δαίδαλον ἔχων καὶ φυγάδασ ἐκ Κρήτησ καθηγεμόνασ· οὐδενὸσ δὲ προειδότοσ, ἀλλὰ ναῦσ φιλίασ οἰομένων τῶν Κρητῶν προσφέρεσθαι, τοῦ λιμένοσ κρατήσασ καὶ ἀποβὰσ ἔφθασεν εἰσ τὴν Κνωσσὸν παρελθών· καὶ μάχην ἐν πύλαισ τοῦ Λαβυρίνθου συνάψασ ἀπέκτεινε τὸν Δευκαλίωνα καὶ τοὺσ δορυφόρουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기