호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔγωγε. τούτουσ μέντοι, ὡσ οἶσθα καὶ σύ, ἱππέασ μὲν ἐδίδαξεν οὐδενὸσ χείρουσ Ἀθηναίων, καὶ μουσικὴν καὶ ἀγωνίαν καὶ τἆλλα ἐπαίδευσεν ὅσα τέχνησ ἔχεται οὐδενὸσ χείρουσ· ἀγαθοὺσ δὲ ἄρα ἄνδρασ οὐκ ἐβούλετο ποιῆσαι; δοκῶ μέν, ἐβούλετο, ἀλλὰ μὴ οὐκ ᾖ διδακτόν. ἵνα δὲ μὴ ὀλίγουσ οἰῄ καὶ τοὺσ φαυλοτάτουσ Ἀθηναίων ἀδυνάτουσ γεγονέναι τοῦτο τὸ πρᾶγμα, ἐνθυμήθητι ὅτι Θουκυδίδησ αὖ δύο ὑεῖσ ἔθρεψεν, Μελησίαν καὶ Στέφανον, καὶ τούτουσ ἐπαίδευσεν τά τε ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων ‐ τὸν μὲν γὰρ Ξανθίᾳ ἔδωκε, τὸν δὲ Εὐδώρῳ·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기