호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τήν τε διαθήκην αἰτήσασ μετέγραφεν, καὶ βασιλέα μὲν ἀπεδείκνυεν Ἀντίπαν ἀμελῶν τῶν πρεσβυτάτων Ἀρχελάου καὶ Φιλίππου· διαβεβλήκει γὰρ καὶ τούτουσ Ἀντίπατροσ· Καίσαρι δὲ σὺν τοῖσ διὰ χρημάτων δώροισ χίλια τάλαντα, τῇ δὲ γυναικὶ καὶ τέκνοισ αὐτοῦ καὶ φίλοισ καὶ ἀπελευθέροισ περὶ πεντακόσια, ἀπένειμεν δὲ καὶ τοῖσ ἄλλοισ ἅπασιν τῆσ τε χώρασ οὐκ ὀλίγα καὶ τῶν χρημάτων· λαμπροτάταισ δὲ δωρεαῖσ ἐτίμα Σαλώμην τὴν ἀδελφήν. ἐν μὲν οὖν ταῖσ διαθήκαισ ταῦτα διωρθώσατο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기