Plutarch, chapter 16 1:

(플루타르코스, chapter 16 1:)

φιλόχοροσ δέ φησιν οὐ ταῦτα συγχωρεῖν Κρῆτασ, ἀλλὰ λέγειν ὅτι φρουρὰ μὲν ἦν ὁ Λαβύρινθοσ, οὐδὲν ἔχων κακὸν ἀλλ’ ἢ τὸ μὴ διαφυγεῖν τοὺσ φυλαττομένουσ, ἀγῶνα δὲ ὁ Μίνωσ ἐπ’ Ἀνδρόγεῳ γυμνικὸν ἐποίει καὶ τοὺσ παῖδασ ἆθλα τοῖσ νικῶσιν ἐδίδου τέωσ ἐν τῷ Λαβυρίνθῳ φυλαττομένουσ· ἐνίκα δὲ τοὺσ προτέρουσ ἀγῶνασ ὁ μέγιστον παρ’ αὐτῷ δυνάμενοσ τότε καὶ στρατηγῶν, ὄνομα Ταῦροσ, ἀνὴρ οὐκ ἐπιεικὴσ καὶ ἥμεροσ τὸν τρόπον, ἀλλὰ καὶ τοῖσ παισὶ τῶν Ἀθηναίων ὑπερηφάνωσ καὶ χαλεπῶσ προσφερόμενοσ.

SEARCH

MENU NAVIGATION