호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰχνεύεσθαι δὲ τὸν λαγῶ ὅταν νίφῃ ὁ θεὸς ὥστε ἠφανίσθαι τὴν γῆν: συμφοροῦν γὰρ τὴν χιόνα ἀφανίζει. εἰ δ ἐνέσται μελάγχιμα, δυσζήτητος ἔσται. ἔστι δέ, ὅταν μὲν ἐπινεφῇ καὶ ᾖ βόρειον, τὰ ἴχνη ἔξω πολὺν χρόνον δῆλα: οὐ γὰρ ταχὺ συντήκεται: ἐὰν δὲ νότιόν τε ᾖ καὶ ἥλιος ἐπιλάμπῃ, ὀλίγον χρόνον: ταχὺ γὰρ διαχεῖται. ὅταν δ ἐπινίφῃ συνεχῶς, οὐδὲν δεῖ: ἐπικαλύπτει γάρ: οὐδὲ ἂν πνεῦμα ᾖ μέγα:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기