- 텍스트

Xenophon, Minor Works, Κυνηγετικός?, chapter 8

(크세노폰, Minor Works, Κυνηγετικός, chapter 8)

ἰχνεύεσθαι δὲ τὸν λαγῶ ὅταν νίφῃ ὁ θεὸς ὥστε ἠφανίσθαι τὴν γῆν: συμφοροῦν γὰρ τὴν χιόνα ἀφανίζει. εἰ δ ἐνέσται μελάγχιμα, δυσζήτητος ἔσται. ἔστι δέ, ὅταν μὲν ἐπινεφῇ καὶ ᾖ βόρειον, τὰ ἴχνη ἔξω πολὺν χρόνον δῆλα: οὐ γὰρ ταχὺ συντήκεται: ἐὰν δὲ νότιόν τε ᾖ καὶ ἥλιος ἐπιλάμπῃ, ὀλίγον χρόνον: ταχὺ γὰρ διαχεῖται. ὅταν δ ἐπινίφῃ συνεχῶς, οὐδὲν δεῖ: ἐπικαλύπτει γάρ: οὐδὲ ἂν πνεῦμα ᾖ μέγα: κύνας μὲν οὖν οὐδὲν δεῖ ἔχοντα ἐξιέναι ἐπὶ τὴν θήραν ταύτην:

ἡ γὰρ χιὼν καίει τῶν κυνῶν τὰς ῥῖνας, <ῥήγνυσι> τοὺς πόδας, τὴν ὀσμὴν τοῦ λαγῶ ἀφανίζει διὰ τὸ ὑπερπαγές: λαβόντα δὲ τὰ δίκτυα μετ ἄλλου ἐλθόντα πρὸς τὰ ὄρη παριέναι ἀπὸ τῶν ἔργων, καὶ ἐπειδὰν λάβῃ τὰ ἴχνη, πορεύεσθαι κατὰ ταῦτα. ἐὰν δ ἐπηλλαγμένα ᾖ, ἐκ τῶν αὐτῶν πάλιν εἰς τὸ αὐτὸ ἥκοντα κύκλους ποιούμενον ἐκπεριιέναι τὰ τοιαῦτα ζητοῦντα ὁποῖα ἔξεισι.

πολλὰ δὲ πλανᾶται ὁ λαγῶς ἀπορούμενος ὅπου κατακλινῇ, ἅμα δὲ καὶ εἴθισται τεχνάζειν τῇ βαδίσει διὰ τὸ διώκεσθαι ἀεὶ ἀπὸ τῶν τοιούτων. ἐπειδὰν <δὲ> φανῇ τὸ ἴχνος, προϊέναι εἰς τὸ πρόσθεν.

ἄξει δὲ ἢ πρὸς σύσκιον τόπον ἢ πρὸς ἀπόκρημνον: τὰ γὰρ πνεύματα ὑπερφορεῖ τὴν χιόνα ὑπὲρ τῶν τοιούτων. παραλείπεται οὖν εὐνάσιμα πολλά: ζητεῖ δὲ τοῦτο. ἐπειδὰν δὲ τὰ ἴχνη πρὸς τοιαῦτα φέρῃ, μὴ προσιέναι ἐγγύς, ἵνα μὴ ὑποκινῇ, ἀλλὰ κύκλῳ ἐκπεριιέναι:

ἐλπὶς γὰρ αὐτοῦ εἶναι. δῆλον δ ἔσται: τὰ γὰρ ἴχνη ἀπὸ τῶν τοιούτων οὐδαμοῦ περάσει. ἐπειδὰν δὲ ᾖ σαφὲς ὅτι αὐτοῦ ἐστιν, ἐᾶν:

μενεῖ γάρ: ἕτερον δὲ ζητεῖν πρὶν τὰ ἴχνη ἄδηλα γενέσθαι, τῆς ὡρ´ας ἐνθυμούμενον, ὅπως, ἂν καὶ ἑτέρους εὑρίσκῃ, ἔσται ἡ λειπομένη ἱκανὴ περιστήσασθαι. ἥκοντος δὲ τούτου περιτείνειν αὐτῶν ἑκάστῳ τὰ δίκτυα τὸν αὐτὸν τρόπον ὅνπερ ἐν τοῖς μελαγχίμοις, περιλαμβάνοντα ἐντὸς πρὸς ὅτῳ ἂν ᾖ, καὶ ἐπειδὰν ἑστηκότα ᾖ, προσελθόντα κινεῖν.

ἐὰν δὲ ἐκκυλισθῇ ἐκ τῶν δικτύων, μεταθεῖν κατὰ τὰ ἴχνη:

ὁ δὲ ἀφίξεται πρὸς ἕτερα τοιαῦτα χωρία, ἐὰν μὴ ἄρα ἐν αὐτῇ τῇ χιόνι πιέσῃ ἑαυτόν. σκεψάμενον οὖν δεῖ ὅπου ἂν ᾖ περιίστασθαι. ἐὰν δὲ μὴ ὑπομένῃ, μεταθεῖν: ἁλώσεται γὰρ καὶ ἄνευ τῶν δικτύων: ταχὺ γὰρ ἀπαγορεύει διὰ τὸ βάθος τῆς χιόνος καὶ διὰ τὸ κάτωθεν τῶν ποδῶν λασίων ὄντων προσέχεσθαι αὐτῷ ὄγκον πολύν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION