호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διωκόμενοι δέ εἰσι κατάδηλοι μάλιστα μὲν διὰ γῆς κεκινημένης, ἐὰν ἔχωσιν ἔνιον ἐρύθημα, καὶ διὰ καλάμης διὰ τὴν ἀνταύγειαν: κατάδηλοι δὲ καὶ ἐν τοῖς τριμμοῖς καὶ ἐν ταῖς ὁδοῖς, ἐὰν ὦσιν ἰσόπεδοι: τὸ γὰρ φανὸν τὸ ἐν αὐτοῖς ἐνὸν ἀντιλάμπει: ἄδηλοι δέ, ὅταν <κατὰ> τοὺς λίθους, τὰ ὄρη, τὰ φελλία, τὰ δασέα ἀποχωρῶσι, διὰ τὴν ὁμόχροιαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기