- 텍스트

Xenophon, Minor Works, Κυνηγετικός?, chapter 3 4:

(크세노폰, Minor Works, Κυνηγετικός, chapter 3 4:)

αἱ μὲν οὖν μικραὶ πολλάκις ἀποστεροῦνται τῆς ἐργασίας διὰ τὸ μικρόν: αἱ δὲ ἄποδες οὐδ ἂν ὦσιν εὔψυχοι τοὺς πόνους δύνανται ἀνέχεσθαι, ἀλλ ἀπαγορεύουσι διὰ τὸ ἄλγος τῶν ποδῶν. αἱ δὲ γρυπαὶ ἄστομοι καὶ διὰ τοῦτο οὐ κατέχουσι τὸν λαγῶ: <αἱ> χαροποὶ δὲ καὶ μυωποὶ χείρω τὰ ὄμματα ἔχουσιν: <αἱ> ἄμορφοι δὲ καὶ αἰσχραὶ ὁρᾶσθαι: αἱ δὲ σκληραὶ τὰ εἴδη χαλεπῶς ἀπὸ τῶν κυνηγεσίων ἀπαλλάττουσι: πονεῖν δὲ ἀδύνατοι αἱ ἀσθενεῖς καὶ αἱ ψιλαί: αἱ δὲ ὑψηλαὶ καὶ αἱ ἀσύμμετροι ἀσύντακτα ἔχουσαι τὰ σώματα βαρέως διαφοιτῶσιν: αἱ ἄψυχοι δὲ καὶ λείπουσι τὰ ἔργα καὶ ἀφίστανται <καὶ ὑποφεύγουσι> τὸν ἥλιον ὑπὸ τὰς σκιὰς καὶ κατακλίνονται: αἱ δὲ ἄρρινες μόλις καὶ ὀλιγάκις αἰσθάνονται τοῦ λαγῶ:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION