호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰς δὲ ἄρκυς Φασιανοῦ ἢ Καρχηδονίου λεπτοῦ λίνου καὶ τὰ ἐνόδια καὶ τὰ δίκτυα. ἔστωσαν δὲ αἱ μὲν ἄρκυς ἐννεάλινοι <ἐκ τριῶν τόνων, ἕκαστος δὲ τόνος ἐκ τριῶν λίνων>, τὸ δὲ μέγεθος πεντεσπίθαμοι, διπάλαστοι δὲ τοὺς βρόχους, περικείσθωσαν δὲ τοὺς περιδρόμους ἀναμμάτους, ἵνα εὔτροχοι ὦσι, τὰ δ ἐνόδια δωδεκάλινα, <τὰ δὲ δίκτυα ἑκκαιδεκάλινα>, τὸ δὲ μέγεθος τὰ μὲν ἐνόδια διώρυγα, τριώρυγα, τετρώρυγα, πεντώρυγα, τὰ δὲ δίκτυα δεκώρυγα, εἰκοσώρυγα, τριακοντώρυγα:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기