- 텍스트

Xenophon, Minor Works, Κυνηγετικός?, chapter 2

(크세노폰, Minor Works, Κυνηγετικός, chapter 2)

πρῶτον μὲν οὖν χρὴ ἐλθεῖν ἐπὶ τὸ ἐπιτήδευμα τὸ τῶν κυνηγεσίων τὸν ἤδη ἐκ παιδὸς ἀλλάττοντα τὴν ἡλικίαν, εἶτα δὲ καὶ ἐπὶ τὰ ἄλλα παιδεύματα, τὸν μὲν ἔχοντα σκεψάμενον τὴν οὐσίαν, ᾧ μὲν ἔστιν ἱκανή, ἀξίως τῆς αὑτοῦ ὡφελείας, ᾧ δὲ μὴ ἔστιν, ἀλλ οὖν τήν γε προθυμίαν παρεχέσθω μηδὲν ἐλλείπων τῆς ἑαυτοῦ δυνάμεως. ὅσα δὲ καὶ οἱᾶ δεῖ παρεσκευασμένον ἐλθεῖν ἐπ αὐτὸ φράσω καὶ αὐτὰ καὶ τὴν ἐπιστήμην ἑκάστου, ἵνα προειδὼς ἐγχειρῇ τῷ ἔργῳ.

καὶ μηδεὶς αὐτὰ φαῦλα νομισάτω εἶναι: ἄνευ γὰρ δὴ τούτων οὐκ ἂν εἰή πρᾶξις. χρὴ δὲ τὸν μὲν ἀρκυωρὸν εἶναι ἐπιθυμοῦντα τοῦ ἔργου καὶ τὴν φωνὴν Ἕλληνα, τὴν δὲ ἡλικίαν περὶ ἔτη εἴκοσι, τὸ δὲ εἶδος ἐλαφρόν, ἰσχυρόν, ψυχὴν δὲ ἱκανόν, ἵνα τῶν πόνων τούτοις κρατῶν χαίρῃ τῷ ἔργῳ:

τὰς δὲ ἄρκυς Φασιανοῦ ἢ Καρχηδονίου λεπτοῦ λίνου καὶ τὰ ἐνόδια καὶ τὰ δίκτυα.

ἔστωσαν δὲ αἱ μὲν ἄρκυς ἐννεάλινοι <ἐκ τριῶν τόνων, ἕκαστος δὲ τόνος ἐκ τριῶν λίνων>, τὸ δὲ μέγεθος πεντεσπίθαμοι, διπάλαστοι δὲ τοὺς βρόχους, περικείσθωσαν δὲ τοὺς περιδρόμους ἀναμμάτους, ἵνα εὔτροχοι ὦσι, τὰ δ ἐνόδια δωδεκάλινα, <τὰ δὲ δίκτυα ἑκκαιδεκάλινα>, τὸ δὲ μέγεθος τὰ μὲν ἐνόδια διώρυγα, τριώρυγα, τετρώρυγα, πεντώρυγα, τὰ δὲ δίκτυα δεκώρυγα, εἰκοσώρυγα, τριακοντώρυγα: ἐὰν δὲ ᾖ μείζω, δυσμεταχείριστα ἔσται:

ἀμφότερα δὲ τριακονθάμματα, καὶ τῶν βρόχων τὸ διάστημα ἴσον ταῖς ἄρκυσιν. ἐν δὲ τοῖς ἀκρωλενίοις τὰ μὲν ἐνόδια ἐχέτω μαστούς, τὰ δὲ δίκτυα δακτυλίους, τοὺς δὲ περιδρόμους ἀπὸ στροφείων.

αἱ δὲ σχαλίδες αἱ μὲν τῶν ἀρκύων τὸ μῆκος δέκα παλαιστῶν, ἔστωσαν δὲ καὶ ἐλάττους:

αἱ μὲν ἄνισοι αὐτῶν ἐν τοῖς ἑτεροκλινέσι τῶν χωρίων, ἵνα ἴσα τὰ ὕψη ἐξαίρωσιν, ἐν δὲ τοῖς ὁμαλέσιν αἱ ἴσαι: αὗται δ εὐπερίσπαστοι τὰ ἄκρα καὶ αὗται λεῖαι: αἱ δὲ τῶν ἐνοδίων τῶν ἀρκύων διπλάσιαι, αἱ δὲ τῶν δικτύων τὸ μὲν μέγεθος πεντεσπίθαμοι, δίκρα ἔχουσαι μικρά, τὰ ἐντμήματα μὴ βαθέα: εὐπαγεῖς δὲ πᾶσαι καὶ μὴ ἀσύμμετροι τὰ πάχη πρὸς τὰ μήκη. τῷ δὲ πλήθει τῶν σχαλίδων οἱό῀ν τ ἐστὶ χρῆσθαι πρὸς τὰ δίκτυα πολλῷ καὶ ὀλίγῳ:

ἐλάττονι μέν, ἂν σφόδρα τείνηται ἐν τῇ στάσει, πλέονι δ, ἂν ἡσυχῇ. ἔστω δὲ καὶ ἐν ὅτῳ ἔσονται αἱ ἄρκυς καὶ τὰ ἐνόδια καὶ <τὰ> δίκτυα κυνοῦχος μόσχειος, καὶ τὰ δρέπανα, ἵνα ᾖ τῆς ὕλης τέμνοντα φράττειν τὰ δεόμενα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION