호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅταν γε μὴν παραδέξηται τὸν ἵππον ὡσ ἀναβησόμενοσ, νῦν αὖ γράψομεν ὅσα ποιῶν ὁ ἱππεὺσ καὶ ἑαυτῷ καὶ τῷ ἵππῳ ὠφελιμώτατοσ ἂν ἐν τῇ ἱππικῇ εἰή. πρῶτον μὲν τοίνυν τὸν ῥυταγωγέα χρὴ ἐκ τῆσ ὑποχαλινιδίασ ἢ ἐκ τοῦ ψαλίου ἠρτημένον εὐτρεπῆ εἰσ τὴν ἀριστερὰν χεῖρα λαβεῖν, καὶ οὕτω χαλαρὸν ὡσ μήτ’ ἂν ἀνιὼν τῶν τριχῶν παρὰ τὰ ὦτα λαβόμενοσ μέλλῃ ἀναβήσεσθαι μήτ’ ἂν ἀπὸ δόρατοσ ἀναπηδᾷ, σπᾶν τὸν ἵππον. τῇ δεξιᾷ δὲ τὰσ ἡνίασ παρὰ τὴν ἀκρωμίαν λαμβανέτω ὁμοῦ τῇ χαίτῃ, ὅπωσ μηδὲ καθ’ ἕνα τρόπον ἀναβαίνων σπάσῃ τῷ χαλινῷ τὸ στόμα τοῦ ἵππου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기