호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μάλα δὲ πιεζόμενοι οἱ Θηβαῖοι σπάνει σίτου διὰ τὸ δυοῖν ἐτοῖν μὴ εἰληφέναι καρπὸν ἐκ τῆσ γῆσ, πέμπουσιν ἐπὶ δυοῖν τριήροιν ἄνδρασ εἰσ Παγασὰσ ἐπὶ σῖτον δέκα τάλαντα δόντεσ. Ἀλκέτασ δὲ ὁ Λακεδαιμόνιοσ φυλάττων Ὠρεόν, ἐν ᾧ ἐκεῖνοι τὸν σῖτον συνεωνοῦντο, ἐπληρώσατο τρεῖσ τριήρεισ, ἐπιμεληθεὶσ ὅπωσ μὴ ἐξαγγελθείη. ἐπεὶ δὲ ἀπήγετο ὁ σῖτοσ, λαμβάνει ὁ Ἀλκέτασ τόν τε σῖτον καὶ τὰσ τριήρεισ, καὶ τοὺσ ἄνδρασ ἐζώγρησεν οὐκ ἐλάττουσ ἢ τριακοσίουσ. τούτουσ δὲ εἶρξεν ἐν τῇ ἀκροπόλει, οὗπερ αὐτὸσ ἐσκήνου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기