호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν τούτῳ δὴ οἱ Ὀλύνθιοι ἐπεξελαύνουσι μὲν τοὺσ ἱππέασ, ἐβοήθουν δὲ καὶ οἱ πελτασταί· τέλοσ δὲ καὶ οἱ ὁπλῖται ἐπεξέθεον, καὶ τεταραγμένῃ τῇ φάλαγγι προσπίπτουσι. καὶ ὁ μὲν Τελευτίασ ἐνταῦθα μαχόμενοσ ἀποθνῄσκει. τούτου δὲ γενομένου εὐθὺσ καὶ οἱ ἀμφ’ αὐτὸν ἐνέκλιναν, καὶ οὐδεὶσ ἔτι ἵστατο, ἀλλὰ πάντεσ ἔφευγον, οἱ μὲν ἐπὶ Σπαρτώλου, οἱ δὲ ἐπὶ Ἀκάνθου, οἱ δὲ εἰσ Ἀπολλωνίαν, οἱ πλεῖστοι δὲ εἰσ Ποτείδαιαν. ὡσ δ’ ἄλλοσ ἄλλῃ ἔφευγον, οὕτω καὶ οἱ πολέμιοι ἄλλοσ ἄλλοσε διώκοντεσ παμπλήθεισ ἀπέκτειναν ἀνθρώπουσ καὶ ὅτιπερ ὄφελοσ ἦν τοῦ στρατεύματοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기