호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προϊόντοσ δὲ τοῦ χρόνου, καὶ τοῦ Τελευτίου ἐστρατευμένου πρὸσ τὴν τῶν Ὀλυνθίων πόλιν, ὡσ εἴ τι δένδρον ὑπόλοιπον εἰή ἤ τι εἰργασμένον τοῖσ πολεμίοισ, φθείροι, ἐξελθόντεσ οἱ Ὀλύνθιοι ἱππεῖσ ἥσυχοι πορευόμενοι διέβησαν τὸν παρὰ τὴν πόλιν ῥέοντα ποταμόν, καὶ ἐπορεύοντο ἡσυχῇ πρὸσ τὸ ἐναντίον στράτευμα. ὡσ δ’ εἶδεν ὁ Τελευτίασ, ἀγανακτήσασ τῇ τόλμῃ αὐτῶν εὐθὺσ Τλημονίδαν τὸν τῶν πελταστῶν ἄρχοντα δρόμῳ φέρεσθαι εἰσ αὐτοὺσ ἐκέλευσεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기