호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δὲ ἐνέβαλε, πρῶτον μὲν τὴν γῆν ἐδῄου. ἐπεὶ δὲ οὐδ’ οὕτω καθῄρουν τὰ τείχη, τάφρον ὤρυττε κύκλῳ περὶ τὴν πόλιν, τοῖσ μὲν ἡμίσεσι τῶν στρατιωτῶν προκαθημένοισ σὺν τοῖσ ὅπλοισ τῶν ταφρευόντων, τοῖσ δ’ ἡμίσεσιν ἐργαζομένοισ. ἐπεὶ δὲ ἐξείργαστο ἡ τάφροσ, ἀσφαλῶσ ἤδη κύκλῳ τεῖχοσ περὶ τὴν πόλιν ᾠκοδόμησεν. αἰσθόμενοσ δὲ ὅτι ὁ σῖτοσ ἐν τῇ πόλει πολὺσ ἐνείη, εὐετηρίασ γενομένησ τῷ πρόσθεν ἔτει, καὶ νομίσασ χαλεπὸν ἔσεσθαι, εἰ δεήσει πολὺν χρόνον τρύχειν στρατείαισ τήν τε πόλιν καὶ τοὺσ συμμάχουσ, ἀπέχωσε τὸν ῥέοντα ποταμὸν διὰ τῆσ πόλεωσ μάλ’ ὄντα εὐμεγέθη.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기