호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὦ ἄνδρεσ στρατιῶται, ἐγὼ χρήματα μὲν οὐκ ἔχων ἥκω· ἐὰν μέντοι θεὸσ ἐθέλῃ καὶ ὑμεῖσ συμπροθυμῆσθε, πειράσομαι τὰ ἐπιτήδεια ὑμῖν ὡσ πλεῖστα πορίζειν. εὖ δ’ ἴστε, ἐγὼ ὅταν ὑμῶν ἄρχω, εὔχομαί τε οὐδὲν ἧττον ζῆν ὑμᾶσ ἢ καὶ ἐμαυτόν, τά τ’ ἐπιτήδεια θαυμάσαιτε μὲν ἂν ἴσωσ, εἰ φαίην βούλεσθαι ὑμᾶσ μᾶλλον ἢ ἐμὲ ἔχειν· ἐγὼ δὲ νὴ τοὺσ θεοὺσ καὶ δεξαίμην ἂν αὐτὸσ μᾶλλον δύο ἡμέρασ ἄσιτοσ ἢ ὑμᾶσ μίαν γενέσθαι· ἥ γε μὴν θύρα ἡ ἐμὴ ἀνέῳκτο μὲν δήπου καὶ πρόσθεν εἰσιέναι τῷ δεομένῳ τι ἐμοῦ, ἀνεῴξεται δὲ καὶ νῦν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기