Xenophon, Hellenica, Ἑλληνικῶν Β, chapter 4 39:

(크세노폰, Hellenica, Ἑλληνικῶν Β, chapter 4 39:)

ἐκεῖ δὲ ἔτυχον ἐξοπλιζόμενοι οἵ τε πελτασταὶ πάντεσ καὶ οἱ ὁπλῖται τῶν ἐκ Πειραιῶσ. καὶ οἱ μὲν ψιλοὶ εὐθὺσ ἐκδραμόντεσ ἠκόντιζον, ἔβαλλον, ἐτόξευον, ἐσφενδόνων· οἱ δὲ Λακεδαιμόνιοι, ἐπεὶ αὐτῶν πολλοὶ ἐτιτρώσκοντο, μάλα πιεζόμενοι ἀνεχώρουν ἐπὶ πόδα· οἱ δ’ ἐν τούτῳ πολὺ μᾶλλον ἐπέκειντο. ἐνταῦθα καὶ ἀποθνῄσκει Χαίρων τε καὶ Θίβραχοσ, ἄμφω πολεμάρχω, καὶ Λακράτησ ὁ Ὀλυμπιονίκησ καὶ ἄλλοι οἱ τεθαμμένοι Λακεδαιμονίων πρὸ τῶν πυλῶν ἐν Κεραμεικῷ.

SEARCH

MENU NAVIGATION