호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῷ μὲν οὖν πρώτῳ χρόνῳ ὁ Κριτίασ τῷ Θηραμένει ὁμογνώμων τε καὶ φίλοσ ἦν· ἐπεὶ δὲ αὐτὸσ μὲν προπετὴσ ἦν ἐπὶ τὸ πολλοὺσ ἀποκτείνειν, ἅτε καὶ φυγὼν ὑπὸ τοῦ δήμου, ὁ δὲ Θηραμένησ ἀντέκοπτε, λέγων ὅτι οὐκ εἰκὸσ εἰή θανατοῦν, εἴ τισ ἐτιμᾶτο ὑπὸ τοῦ δήμου, τοὺσ δὲ καλοὺσ κἀγαθοὺσ μηδὲν κακὸν εἰργάζετο, ἐπεὶ καὶ ἐγώ, ἔφη, καὶ σὺ πολλὰ δὴ τοῦ ἀρέσκειν ἕνεκα τῇ πόλει καὶ εἴπομεν καὶ ἐπράξαμεν·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기