호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἥκοντα δὲ Λύσανδρον οὐκ εἰά ναυμαχεῖν πρὸσ Ἀθηναίουσ, ἐὰν μὴ πολλῷ πλείουσ ναῦσ ἔχῃ· εἶναι γὰρ χρήματα πολλὰ καὶ βασιλεῖ καὶ ἑαυτῷ, ὥστε τούτου ἕνεκεν πολλὰσ πληροῦν. παρέδειξε δ’ αὐτῷ πάντασ τοὺσ φόρουσ τοὺσ ἐκ τῶν πόλεων, οἳ αὐτῷ ἴδιοι ἦσαν, καὶ τὰ περιττὰ χρήματα ἔδωκε· καὶ ἀναμνήσασ ὡσ εἶχε φιλίασ πρόσ τε τὴν τῶν Λακεδαιμονίων πόλιν καὶ πρὸσ Λύσανδρον ἰδίᾳ, ἀνέβαινε παρὰ τὸν πατέρα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기