호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶς μήν, ἔφη, παῖδας ὄντας ἡμᾶς καὶ ἐφήβους τἀναντία τούτων ἐδιδάσκετε· ἢ οὐ πάντα γιγνώσκεις ταῦτα ὅτι κακουργίαι τέ εἰσι καὶ ἀπάται καὶ δολώσεις καὶ πλεονεξίαι· ναὶ μὰ Δί, ἔφη, καὶ νῦν πρὸς τοὺς φίλους τε καὶ πολίτας: ὅπως δέ γε τοὺς πολεμίους δύναισθε κακῶς ποιεῖν οὐκ οἶσθα μανθάνοντας ὑμᾶς πολλὰς κακουργίας· οὐ δῆτα, ἔφη, ἔγωγε, ὦ πάτερ. τίνος μὴν ἕνεκα, ἔφη, ἐμανθάνετε τοξεύειν· τίνος δ ἕνεκα ἀκοντίζειν· τίνος δ ἕνεκα δολοῦν ὗς ἀγρίους καὶ πλέγμασι καὶ ὀρύγμασι· τί δ ἐλάφους ποδάγραις καὶ ἁρπεδόναις· τί δὲ λέουσι καὶ ἄρκτοις καὶ παρδάλεσιν οὐκ εἰς τὸ ἴσον καθιστάμενοι ἐμάχεσθε, ἀλλὰ μετὰ πλεονεξίας τινὸς αἰεὶ ἐπειρᾶσθε ἀγωνίζεσθαι πρὸς αὐτά·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기